Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.343 Joseph. AJ 8.347 (English) >>Joseph. AJ 8.351

8.345τοῦ δὲ ἀναβάντος καὶ μηδὲν πολλάκις ὁρᾶν φήσαντος, ἕβδομον ἤδη βαδίσας ἑωρακέναι μελαινόμενον εἶπέ τι τοῦ ἀέρος οὐ πλέον ἴχνους ἀνθρωπίνου. δὲ Ἠλίας ταῦτʼ ἀκούσας πέμπει πρὸς τὸν Ἄχαβον κελεύων αὐτὸν εἰς τὴν πόλιν ἀπέρχεσθαι πρὶν καταρραγῆναι τὸν ὄμβρον. 8.346καὶ μὲν εἰς Ἱερέζηλα πόλιν παραγίνεται· μετʼ οὐ πολὺ δὲ τοῦ ἀέρος ἀχλύσαντος καὶ νέφεσι καλυφθέντος πνεῦμά τε λάβρον ἐπιγίνεται καὶ πολὺς ὄμβρος. δὲ προφήτης ἔνθεος γενόμενος τῷ τοῦ βασιλέως ἅρματι μέχρι τῆς Ἱερέζηλας πόλεως συνέδραμε. 8.347

Μαθοῦσα δὲ τοῦ Ἀχάβου γυνὴ Ἰεζάβηλα τά τε σημεῖα τὰ ὑπὸ Ἠλία γενόμενα καὶ ὅτι τοὺς προφήτας αὐτῶν ἀπέκτεινεν, ὀργισθεῖσα πέμπει πρὸς αὐτὸν ἀγγέλους ἀπειλοῦσα διʼ αὐτῶν ἀποκτείνειν αὐτόν, ὡς κἀκεῖνος τοὺς προφήτας αὐτῆς ἀπολέσειε. 8.348φοβηθεὶς δʼ Ἠλίας φεύγει εἰς πόλιν Βερσουβεὲ λεγομένην, ἐπʼ ἐσχάτης δʼ ἔστιν αὕτη τῆς χώρας τῶν τῆς Ἰούδα φυλῆς ἐχόντων κατὰ τὴν Ἰδουμαίων γῆν, καταλιπὼν δʼ ἐκεῖ τὸν θεράποντα εἰς τὴν ἔρημον ἀνεχώρησεν εὐξάμενος ἀποθανεῖν· οὐ γὰρ δὴ κρείττων εἶναι τῶν πατέρων, ἵνα ἐκείνων ἀπολωλότων αὐτὸς ζῆν γλίχηται· 8.349κατακοιμηθεὶς δὲ πρός τινι δένδρῳ διεγείραντος αὐτόν τινος ἀναστὰς εὑρίσκει παρακειμένην αὑτῷ τροφὴν καὶ ὕδωρ· φαγὼν δὲ καὶ συλλεξάμενος ἐκ τῆς τροφῆς ἐκείνης τὴν δύναμιν εἰς τὸ Σιναῖον καλούμενον ὄρος παραγίνεται, οὗ Μωυσῆς τοὺς νόμους παρὰ τοῦ θεοῦ λέγεται λαβεῖν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.343 Joseph. AJ 8.347 (English) >>Joseph. AJ 8.351

Powered by PhiloLogic